Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.236 Joseph. AJ 6.239 (English) >>Joseph. AJ 6.244

6.238ἔφησεν, ἵνα δῷ δίκην.” ὑποτυχόντος δʼ Ἰωνάθου, “τί δʼ ἀδικοῦντα κολάσαι θέλεις;” οὐκέτʼ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπʼ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δʼ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν διʼ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι. 6.239

Καὶ τότε μὲν τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δʼ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι. 6.240ποιήσας δὲ Ἰωνάθης τὰ συγκείμενα τὸν μὲν ἑπόμενον ἀπολύει εἰς τὴν πόλιν παῖδα, ἦν δʼ ἠρεμία τῷ Δαυίδῃ παρελθεῖν εἰς ὄψιν αὐτῷ καὶ λόγους. ἀναφανεὶς δʼ οὗτος πίπτει πρὸ τῶν Ἰωνάθου ποδῶν καὶ προσκυνῶν σωτῆρα αὐτοῦ τῆς ψυχῆς ἀπεκάλει. 6.241ἀνίστησι δʼ ἀπὸ τῆς γῆς αὐτόν, καὶ περιπλακέντες ἀλλήλους μακρά τε ἠσπάζοντο καὶ δεδακρυμένα τήν τε ἡλικίαν ἀποθρηνοῦντες αὑτῶν καὶ τὴν ἐφθονημένην ἑταιρίαν καὶ τὸν μέλλοντα διαχωρισμόν, ὃς οὐδὲν αὐτοῖς ἐδόκει θανάτου διαφέρειν. μόλις δʼ ἐκ τῶν θρήνων ἀνανήψαντες καὶ μεμνῆσθαι τῶν ὅρκων ἀλλήλοις παρακελευσάμενοι διελύθησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.236 Joseph. AJ 6.239 (English) >>Joseph. AJ 6.244

Powered by PhiloLogic